Рейтинговые книги
Читем онлайн Сочинения. Том 5 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 28 29 30 31 32 33 34 35 36 ... 182
οὕτως ἂν ἤδη καὶ τὴν ἀντιλογίαν εἴηµεν πεφευγότες τὴν ᾿Ασκληπιάδου µὴ δυνάµενοί γε λύειν αὐτήν. τὸ γὰρ εἰς τὴν ἀπόδειξιν παραλαµβανόµενον λῆµµα τὸ διεζευγµένον οὐκ ἐκ δυοῖν ἀλλ’ ἐκ τριῶν ἐστι κατά γε τὴν ἀλήθειαν διεζευγµένον. εἰ µὲν οὖν ὡς ἐκ δυοῖν αὐτῷ χρησαίµεθα, ψεῦδος ἔσται τι τῶν εἰς τὴν ἀπόδειξιν παρειληµµένων· εἰ δ’ ὡς ἐκ τριῶν, ἀπέραντος ὁ λόγος γενήσεται.

8. Καὶ ταῦτ’ οὐκ ἐχρῆν ἀγνοεῖν τὸν ᾿Ερασίστρατον, εἴπερ κἂν ὄναρ ποτὲ τοῖς ἐκ τοῦ περιπάτου συνέτυχεν, ὥσπερ οὖν οὐδὲ τὰ περὶ τῆς γενέσεως τῶν χυµῶν, ὑπὲρ ὧν οὐδὲν ἔχων εἰπεῖν [ἄλλο] οὐδὲ µέχρι τοῦ µετρίου πιθανὸν οἴεται παρακρούεσθαι σκηπτόµενος, ὡς οὐδὲ χρήσιµος ὅλως ἐστὶν ἡ τῶν τοιούτων ἐπίσκεψις. εἶτ’, ὦ πρὸς θεῶν, ὅπως µὲν τὰ σιτία κατὰ τὴν γαστέρα πέττεται χρήσιµον ἐπίστασθαι, πῶς δ’ ἐν ταῖς φλεψὶν ἡ χολὴ γίγνεται, περιττόν; καὶ τῆς κενώσεως ἄρα φροντιστέον αὐτῆς µόνης, ἀµελητέον δὲ τῆς γενέσεως; ὥσπερ οὐκ ἄµεινον ὑπάρχον µακρῷ τὸ κωλύειν εὐθὺς ἐξ ἀρχῆς γεννᾶσθαι πλείονα τοῦ πράγµατ’ ἔχειν ἐκκενοῦντας. θαυµαστὸν δὲ καὶ τὸ διαπορεῖν, εἴτ’ ἐν τῷ σώµατι τὴν γένεσιν αὐτῆς ὑποθετέον εἴτ’ εὐθὺς ἔξωθεν ἐν τοῖς σιτίοις περιέχεσθαι φατέον. εἰ γὰρ δὴ τοῦτο καλῶς ἠπόρηται, τί οὐχὶ καὶ περὶ τοῦ αἵµατος ἐπισκεψόµεθα, πότερον ἐν τῷ σώµατι λαµβάνει τὴν γένεσιν ἢ τοῖς σιτίοις παρέσπαρται, καθάπερ οἱ τὰς ὁµοιοµερείας ὑποτιθέµενοί φασι; καὶ µὴν πολλῷ γ’ ἦν χρησιµώτερον ζητεῖσθαι, ποῖα τῶν σιτίων ὁµολογεῖ τῇ τῆς αἱµατώσεως ἐνεργείᾳ καὶ ποῖα διαφέρεται, τοῦ ζητεῖν, τίνα µὲν τῇ τῆς γαστρὸς ἐνεργείᾳ νικᾶται ῥᾳδίως, τίνα δ’ ἀντιβαίνει καὶ µάχεται. τούτων µὲν γὰρ ἡ ἔκλεξις εἰς πέψιν µόνην, ἐκείνων δ’ εἰς αἵµατος χρηστοῦ διαφέρει γένεσιν. οὐδὲ γὰρ ἴσον ἐστὶν ἢ µὴ καλῶς ἐν τῇ γαστρὶ χυλωθῆναι τὴν τροφὴν ἢ µὴ χρηστὸν αἷµα γεννηθῆναι. πῶς δ’ οὐκ αἰδεῖται τὰς µὲν τῆς πέψεως ἀποτυχίας διαιρούµενος, ὡς πολλαί τ’ εἰσὶ καὶ κατὰ πολλὰς γίγνονται προφάσεις, ὑπὲρ δὲ τῶν τῆς αἱµατώσεως σφαλµάτων οὐδ’ ἄχρι ῥήµατος ἑνὸς οὐδ’ ἄχρι συλλαβῆς µιᾶς φθεγξάµενος; καὶ µὴν εὑρίσκεταί γε καὶ παχὺ καὶ λεπτὸν ἐν ταῖς φλεψὶν αἷµα καὶ τοῖς µὲν ἐρυθρότερον, τοῖς δὲ ξανθότερον, τοῖς δὲ µελάντερον, τοῖς δὲ φλεγµατωδέστερον. εἰ δ’ ὅτι καὶ δυσῶδες οὐχ ἕνα τρόπον ἀλλ’ ἐν πολλαῖς πάνυ διαφοραῖς ἀρρήτοις µὲν λόγῳ, σαφεστάταις δ’ αἰσθήσεσι φαίνεται γιγνόµενον, εἰδείη τις, οὐκ ἂν οἶµαι µετρίως ἔτι καταγνώσεσθαι τῆς ᾿Ερασιστράτου ῥᾳθυµίας αὐτὸν οὕτω γ’ ἀναγκαίαν εἰς τὰ ἔργα τῆς τέχνης θεωρίαν παραλιπόντος· ἐναργῆ γὰρ δὴ καὶ τὰ περὶ τῶν ὑδέρων ἁµαρτήµατα τῇ ῥᾳθυµίᾳ ταύτῃ κατὰ λόγον ἠκολουθηκότα. τό τε γὰρ τῇ στενοχωρίᾳ τῶν ὁδῶν κωλύεσθαι νοµίζειν πρόσω τοῦ ἥπατος ἰέναι τὸ αἷµα καὶ µηδέποτ’ ἂν ἄλλως ὕδερον δύνασθαι συστῆναι πῶς οὐκ ἐσχάτην ἐνδείκνυται ῥᾳθυµίαν; τό τε µὴ διὰ τὸν σπλῆνα µηδὲ δι’ ἄλλο τι µόριον, ἀλλ’ ἀεὶ διὰ τὸν ἐν τῷ ἥπατι σκίρρον ὕδερον οἴεσθαι γίγνεσθαι τελέως ἀργοῦ τὴν διάνοιαν ἀνθρώπου καὶ µηδενὶ τῶν ὁσηµέραι γιγνοµένων παρακολουθοῦντος. ἐπὶ µέν γε χρονίαις αἱµορροΐσιν ἐπισχεθείσαις ἢ διὰ κένωσιν ἄµετρον εἰς ψῦξιν ἐσχάτην ἀγαγούσαις τὸν ἄνθρωπον οὐχ ἅπαξ οὐδὲ δὶς ἀλλὰ πολλάκις ἤδη τεθεάµεθα συστάντας ὑδέρους, ὥσπερ γε καὶ γυναιξὶν ἥ τε τῆς ἐφ’ ἑκάστῳ µηνὶ καθάρσεως ἀπώλεια παντελὴς καὶ ἄµετρος κένωσις, ὅταν αἱµορραγήσωσί ποθ’ αἱ µῆτραι σφοδρῶς, ἐπεκαλέσαντο πολλάκις ὕδερον καί τισιν αὐτῶν καὶ ὁ γυναικεῖος ὀνοµαζόµενος ῥοῦς εἰς τοῦτ’ ἐτελεύτησε τὸ πάθος, ἵνα τοὺς ἀπὸ τῶν κενεώνων ἀρχοµένους ἢ ἄλλου τινὸς τῶν ἐπικαίρων µορίων ὑδέρους παραλίπω, σαφῶς µὲν καὶ αὐτοὺς ἐξελέγχοντας τὴν ᾿Ερασιστράτειον ὑπόληψιν, ἀλλ’ οὐχ οὕτως ἐναργῶς ὡς οἱ διὰ κατάψυξιν σφοδρὰν τῆς ὅλης ἕξεως ἀποτελούµενοι. πρώτη γὰρ αὕτη γενέσεως ὑδέρων αἰτία διὰ τὴν ἀποτυχίαν τῆς αἱµατώσεως γιγνοµένη τρόπον ὁµοιότατον ταῖς ἐπὶ τῇ τῶν σιτίων ἀπεψίᾳ διαρροίαις. οὐ µὴν ἐσκίρρωταί γε κατὰ τοὺς τοιούτους ὑδέρους οὐδ’ ἄλλο τι σπλάγχνον οὐδὲ τὸ ἧπαρ. ἀλλ’ ᾿Ερασίστρατος ὁ σοφὸς ὑπεριδὼν καὶ καταφρονήσας, ὧν οὔθ’ ῾Ιπποκράτης οὔτε Διοκλῆς οὔτε Πραξαγόρας οὔτε Φιλιστίων ἀλλ’ οὐδὲ τῶν ἀρίστων φιλοσόφων οὐδεὶς κατεφρόνησεν οὔτε Πλάτων οὔτ’ ᾿Αριστοτέλης οὔτε Θεόφραστος, ὅλας ἐνεργείας ὑπερβαίνει καθάπερ τι σµικρὸν καὶ τὸ τυχὸν τῆς τέχνης παραλιπὼν µέρος οὐδ’ ἀντειπεῖν ἀξιώσας, εἴτ’ ὀρθῶς εἴτε καὶ µὴ σύµπαντες οὗτοι θερµῷ καὶ ψυχρῷ καὶ ξηρῷ καὶ ὑγρῷ, τοῖς µὲν ὡς δρῶσι, τοῖς δ’ ὡς πάσχουσι, τὰ κατὰ τὸ σῶµα τῶν ζῴων ἁπάντων διοικεῖσθαί φασι καὶ ὡς τὸ θερµὸν ἐν αὐτοῖς εἴς τε τὰς ἄλλας ἐνεργείας καὶ µάλιστ’ εἰς τὴν τῶν χυµῶν γένεσιν τὸ πλεῖστον δύναται. ἀλλὰ τὸ µὲν µὴ πείθεσθαι τοσούτοις τε καὶ τηλικούτοις ἀνδράσι καὶ πλέον αὐτῶν οἴεσθαί τι γιγνώσκειν ἀνεµέσητον, τὸ δὲ µήτ’ ἀντιλογίας ἀξιῶσαι µήτε µνήµης οὕτως ἔνδοξον δόγµα θαυµαστήν τινα τὴν ὑπεροψίαν ἐνδείκνυται. καὶ µὴν σµικρότατός ἐστι τὴν γνώµην καὶ ταπεινὸς ἐσχάτως ἐν ἁπάσαις ταῖς ἀντιλογίαις ἐν µὲν τοῖς περὶ τῆς πέψεως λόγοις τοῖς σήπεσθαι τὰ σιτία νοµίζουσι φιλοτίµως ἀντιλέγων, ἐν δὲ τοῖς περὶ τῆς ἀναδόσεως τοῖς διὰ τὴν παράθεσιν τῶν ἀρτηριῶν ἀναδίδοσθαι τὸ διὰ τῶν φλεβῶν αἷµα νοµίζουσιν, ἐν δὲ τοῖς περὶ τῆς ἀναπνοῆς τοῖς περιωθεῖσθαι τὸν ἀέρα φάσκουσιν. οὐκ ὤκνησε δ’ οὐδὲ τοῖς ἀτµοειδῶς εἰς τὴν κύστιν ἰέναι τὰ οὖρα νοµίζουσιν ἀντειπεῖν οὐδὲ τοῖς εἰς τὸν πνεύµονα φέρεσθαι τὸ ποτόν. οὕτως ἐν ἅπασι τὰς χειρίστας ἐπιλεγόµενος δόξας ἀγάλλεται διατρίβων ἐπὶ πλέον ἐν ταῖς ἀντιλογίαις· ἐπὶ δὲ τῆς τοῦ αἵµατος γενέσεως οὐδὲν ἀτιµοτέρας οὔσης τῆς ἐν τῇ γαστρὶ χυλώσεως τῶν σιτίων οὔτ’ ἀντειπεῖν τινι τῶν πρεσβυτέρων ἠξίωσεν οὔτ’ αὐτὸς εἰσηγήσασθαί τιν’ ἑτέραν γνώµην ἐτόλµησεν, ὁ περὶ πασῶν τῶν φυσικῶν ἐνεργειῶν ἐν ἀρχῇ τῶν καθόλου λόγων ὑποσχόµενος ἐρεῖν, ὅπως τε γίγνονται καὶ δι’ ὧντινων τοῦ ζῴου µορίων. ἢ τῆς µὲν πέττειν τὰ σιτία πεφυκυίας δυνάµεως ἀρρωστούσης ἀπεπτήσει τὸ ζῷον, τῆς δ’ αἱµατούσης τὰ πεφθέντα οὐδὲν ἔσται πάθηµα τὸ παράπαν, ἀλλ’ ἀδαµαντίνη τις ἡµῖν αὕτη µόνη καὶ ἀπαθής ἐστιν; ἢ ἄλλο τι τῆς ἀρρωστίας αὐτῆς ἔκγονον ὑπάρξει καὶ οὐχ ὕδερος; δῆλος οὖν ἐναργῶς ἐστιν ὁ ᾿Ερασίστρατος ἐξ ὧν ἐν µὲν τοῖς ἄλλοις οὐδὲ ταῖς φαυλοτάταις δόξαις ἀντιλέγειν ὤκνησεν, ἐνταυθοῖ δ’ οὔτ’ ἀντειπεῖν τοῖς πρόσθεν οὔτ’ αὐτὸς εἰπεῖν τι καινὸν ἐτόλµησε, τὸ σφάλµα τῆς ἑαυτοῦ γνωρίζων αἱρέσεως. τί γὰρ ἂν καὶ λέγειν ἔσχεν ὑπὲρ αἵµατος ἄνθρωπος εἰς µηδὲν τῷ συµφύτῳ θερµῷ χρώµενος; τί δὲ περὶ ξανθῆς χολῆς ἢ µελαίνης ἢ φλέγµατος; ὅτι νὴ Δία δυνατόν ἐστιν ἀναµεµιγµένην τοῖς σιτίοις εὐθὺς ἔξωθεν παραγίγνεσθαι τὴν χολήν. λέγει γοῦν ὧδέ πως αὐτοῖς ὀνόµασι· “πότερον δ’ ἐν τῇ περὶ τὴν κοιλίαν κατεργασίᾳ τῆς τροφῆς γεννᾶται τοιαύτη ὑγρασία ἢ µεµιγµένη τοῖς ἔξωθεν προσφεροµένοις παραγίγνεται,

1 ... 28 29 30 31 32 33 34 35 36 ... 182
На этой странице вы можете бесплатно читать книгу Сочинения. Том 5 - Гален Клавдий бесплатно.

Оставить комментарий