Рейтинговые книги
Читем онлайн Сочинения. Том 5 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 43 44 45 46 47 48 49 50 51 ... 182
οὐ γὰρ δὴ ἔκ γε τῶν ἐντέρων καὶ τῆς κοιλίας τροφὴν οὕτω παχεῖάν τε καὶ βαρεῖαν ἐν ἑαυτοῖς ἐχόντων δύνανταί τι µεταλαµβάνειν, ὅ τι καὶ ἄξιον λόγου, φθάνουσαι πληροῦσθαι τοῖς κουφοτέροις. οὐδὲ γὰρ εἰ καθεὶς αὐλίσκον εἰς ἀγγεῖον ὕδατός τε καὶ ψάµµου πλῆρες ἐπισπάσαιο τῷ στόµατι τὸν ἐκ τοῦ αὐλίσκου ἀέρα, δύναιτ’ ἂν ἀκολουθῆσαί σοι πρὸ τοῦ ὕδατος ἡ ψάµµος· ἀεὶ γὰρ ἐν τῇ πρὸς τὸ κενούµενον ἀκολουθίᾳ τὸ κουφότερον ἕπεται πρότερον.

15. Οὔκουν χρὴ θαυµάζειν, εἰ παντελῶς ὀλίγον ἐκ τῆς κοιλίας, ὅσον ἂν ἀκριβῶς ᾖ κατειργασµένον, εἰς τὰς ἀρτηρίας παραγίγνεται φθανούσας πληροῦσθαι τῶν κουφοτέρων, ἀλλ’ ἐκεῖνο γιγνώσκειν, ὡς δύ’ ἐστὸν ὁλκῆς εἴδη, τὸ µὲν τῇ πρὸς τὸ κενούµενον ἀκολουθίᾳ, τὸ δ’ οἰκειότητι ποιότητος γιγνόµενον· ἑτέρως µὲν γὰρ εἰς τὰς φύσας ὁ ἀήρ, ἑτέρως δ’ ὁ σίδηρος ὑπὸ τῆς ἡρακλείας ἐπισπᾶται λίθου· καὶ ὡς ἡ µὲν πρὸς τὸ κενούµενον ἀκολουθία τὸ κουφότερον ἕλκει πρότερον, ἡ δὲ κατὰ τὴν τῆς ποιότητος οἰκειότητα πολλάκις, εἰ οὕτως ἔτυχε, τὸ βαρύτερον, ἂν τῇ φύσει συγγενέστερον ὑπάρχῃ. καὶ τοίνυν καὶ ταῖς ἀρτηρίαις τε καὶ τῇ καρδίᾳ, ὡς µὲν κοίλοις τε καὶ διαστέλλεσθαι δυναµένοις ὀργάνοις, ἀεὶ τὸ κουφότερον ἀκολουθεῖ πρότερον, ὡς δὲ τρέφεσθαι δεοµένοις, εἰς αὐτοὺς τοὺς χιτῶνας, οἳ δὴ τὰ σώµατα τῶν ὀργάνων εἰσίν, ἕλκεται τὸ οἰκεῖον. ὅσον ἂν οὖν εἰς τὴν κοιλότητα διαστελλοµένων αὐτῶν αἵµατος µεταληφθῇ, τούτου τὸ οἰκειότατόν τε καὶ µάλιστα τρέφειν δυνάµενον οἱ χιτῶνες αὐτοὶ τῶν ἀγγείων ἐπισπῶνται. τοῦ δ’ ἐκ τῶν φλεβῶν εἰς τὰς ἀρτηρίας µεταλαµβάνεσθαί τι πρὸς τοῖς εἰρηµένοις ἱκανὸν καὶ τοῦτό γε τεκµήριον. εἰ πολλὰς καὶ µεγάλας ἀρτηρίας διατεµὼν ἀποκτεῖναι τὸ ζῷον [δι’ ἐκείνων] βουληθείης, εὑρήσεις αὐτοῦ τὰς φλέβας ὁµοίως ταῖς ἀρτηρίαις ἐκκενουµένας, οὐκ ἂν τούτου ποτὲ γενοµένου χωρὶς τῶν πρὸς ἀλλήλας αὐταῖς ἀναστοµώσεων. ὡσαύτως δὲ καὶ κατ’ αὐτὴν τὴν καρδίαν ἐκ τῆς δεξιᾶς κοιλίας εἰς τὴν ἀριστερὰν ἕλκεται τὸ λεπτότατον ἔχοντός τινα τρήµατα τοῦ µέσου διαφράγµατος αὐτῶν, ἃ µέχρι µὲν πλείστου δυνατόν ἐστιν ἰδεῖν, οἷον βοθύνους τινὰς ἐξ εὐρυτέρου στόµατος ἀεὶ καὶ µᾶλλον εἰς στενότερον προϊόντας. οὐ µὴν αὐτά γε τὰ ἔσχατα πέρατα δυνατὸν ἔτι θεάσασθαι διά τε σµικρότητα καὶ ὅτι τεθνεῶτος ἤδη τοῦ ζῴου κατέψυκταί τε καὶ πεπύκνωται πάντα. ἀλλ’ ὁ λόγος κἀνταῦθα πρῶτον µὲν ἐκ τοῦ µηδὲν ὑπὸ τῆς φύσεως γίγνεσθαι µάτην ὁρµώµενος ἐξευρίσκει τὰς ἀναστοµώσεις ταύτας τῶν κοιλιῶν τῆς καρδίας· οὐ γὰρ δὴ εἰκῇ γε καὶ ὡς ἔτυχεν οἱ ἐς στενὸν οὕτω τελευτῶντες ἐγένοντο βόθυνοι· δεύτερον δὲ κἀκ τοῦ δυοῖν ὄντοιν στοµάτοιν ἐν τῇ δεξιᾷ τῆς καρδίας κοιλίᾳ τοῦ µὲν εἰσάγοντος τὸ αἷµα, τοῦ δ’ ἐξάγοντος πολὺ µεῖζον εἶναι τὸ εἰσάγον. ὡς γὰρ οὐ παντὸς τοῦ αἵµατος, ὅσον ἡ κοίλη φλὲψ δίδωσι τῇ καρδίᾳ, πάλιν ἐξ ἐκείνης ἐκπεµποµένου τῷ πνεύµονι, µείζων ἐστὶν ἡ ἀπὸ τῆς κοίλης εἰς αὐτὴν ἔµφυσις τῆς ἐµφυοµένης εἰς τὸν πνεύµονα φλεβός. οὐδὲ γὰρ τοῦτ’ ἔστιν εἰπεῖν, ὡς ἐδαπανήθη τι τοῦ αἵµατος εἰς τὴν αὐτοῦ τοῦ σώµατος τῆς καρδίας θρέψιν. ἑτέρα γάρ ἐστι φλὲψ ἡ εἰς ἐκεῖνο κατασχιζοµένη µήτε τὴν γένεσιν ἐκ τῆς καρδίας αὐτῆς µήτε τὴν τοῦ αἵµατος ἔχουσα µετάληψιν. εἰ δὲ καὶ δαπανᾶταί τι, ἀλλ’ οὐ τοσοῦτόν γε µείων ἐστὶν ἡ εἰς τὸν πνεύµονα φλὲψ ἄγουσα τῆς εἰς τὴν καρδίαν ἐµφυοµένης, ὅσον εἰκὸς εἰς τὴν τροφὴν ἀνηλῶσθαι τῆς καρδίας, ἀλλὰ πλέον πολλῷ. δῆλον οὖν, ὡς εἰς τὴν ἀριστεράν τι µεταλαµβάνεται κοιλίαν. καὶ γὰρ οὖν καὶ τῶν κατ’ ἐκείνην ἀγγείων δυοῖν ὄντων ἔλαττόν ἐστι πολλῷ τὸ ἐκ τοῦ πνεύµονος εἰς αὐτὴν εἰσάγον τὸ πνεῦµα τῆς ἐκφυοµένης ἀρτηρίας τῆς µεγάλης, ἀφ’ ἧς αἱ κατὰ τὸ σῶµα σύµπασαι πεφύκασιν, ὡς ἂν µὴ µόνον ἐκ τοῦ πνεύµονος πνεῦµα µεταλαµβανούσης αὐτῆς, ἀλλὰ κἀκ τῆς δεξιᾶς κοιλίας αἷµα διὰ τῶν εἰρηµένων ἀναστοµώσεων. ὅτι δ’ ἄµεινον ἦν τοῖς τοῦ σώµατος µορίοις τοῖς µὲν ὑπὸ καθαροῦ καὶ λεπτοῦ καὶ ἀτµώδους αἵµατος τρέφεσθαι, τοῖς δ’ ὑπὸ παχέος καὶ θολεροῦ καὶ ὡς οὐδ’ ἐνταῦθά τι παρεώραται τῇ φύσει, τῆς περὶ χρείας µορίων πραγµατείας ἐστίν, ὥστ’ οὐ χρὴ νῦν ὑπὲρ τούτων ἔτι λέγειν, ἀλλ’ ὑποµνήσαντας, ὡς δύο ἐστὸν ὁλκῆς εἴδη, τῶν µὲν εὐρείαις ὁδοῖς ἐν τῷ διαστέλλεσθαι τῇ πρὸς τὸ κενούµενον ἀκολουθίᾳ τὴν ἕλξιν ποιουµένων, τῶν δ’ οἰκειότητι ποιότητος, ἐφεξῆς λέγειν, ὡς τὰ µὲν πρότερα καὶ πόρρωθεν ἕλκειν τι δύναται, τὰ δὲ δεύτερα ἐκ τῶν ἐγγυτάτω µόνων. αὐλίσκον µὲν γὰρ ὅτι µήκιστον εἰς ὕδωρ ἔνεστι καθέντα ῥᾳδίως ἀνασπᾶν εἰς τὸ στόµα δι’ αὐτοῦ τὸ ὑγρόν· οὐ µὴν εἴ γ’ ἐπὶ πλέον ἀπαγάγοις τῆς ἡρακλείας λίθου τὸν σίδηρον ἢ τοὺς πυροὺς τοῦ κεραµίουλοῖς ὀχετοῖς µικροῖς ἀπὸ τοῦ µεγάλου τετµηµένοις εἰς ἕκαστον µέρος τοῦ κήπου τὴν ἐπίρρυσιν τοῦ ὕδατος ἐπιτεχνᾶσθαι· καὶ τηλικαῦτά γε τὰ µεταξὺ διαστήµατα τούτων τῶν µικρῶν ὀχετῶν ποιοῦσιν, ἡλίκα µάλιστα νοµίζουσιν ἀρκεῖν εἰς τὸ ἱκανῶς ἀπολαύειν ἕλκοντα τῆς ἑκατέρωθεν αὐτοῖς ἐπιρρεούσης ὑγρότητος. οὕτως οὖν ἔχει κἀν τοῖς τῶν ζῴων σώµασιν. ὀχετοὶ πολλοὶ κατὰ πάντα τὰ µέλη διεσπαρµένοι παράγουσιν αὐτοῖς αἷµα καθάπερ ἐν κήποις ὑδρείαν τινά. καὶ τούτων τῶν ὀχετῶν τὰ µεταξὺ διαστήµατα θαυµαστῶς ὑπὸ τῆς φύσεως εὐθὺς ἐξ ἀρχῆς διατέτακται πρὸς τὸ µήτ’ ἐνδεῶς χορηγεῖσθαι τοῖς µεταξὺ µορίοις ἕλκουσιν εἰς ἑαυτὰ τὸ αἷµα µήτε κατακλύζεσθαί ποτ’ αὐτὰ πλήθει περιττῆς ὑγρότητος ἀκαίρως ἐπιρρεούσης. ὁ γὰρ δὴ τρόπος τῆς θρέψεως αὐτῶν τοιόσδε τίς ἐστι. τοῦ συνεχοῦς ἑαυτῷ σώµατος, οἷόνπερ τὸ ἁπλοῦν ἀγγεῖον ᾿Ερασίστρατος ὑποτίθεται, τὰ µὲν ἐπιπολῆς µέρη πρῶτα τῆς ὁµιλούσης ἀπολαύει τροφῆς· ἐκ δὲ τούτων αὖ µεταλαµβάνει κατὰ τὸ συνεχὲς ἕλκοντα τὰ τούτων ἑξῆς, εἶτ’ ἐξ ἐκείνων αὖθις ἕτερα καὶ τοῦτ’ οὐ παύεται γιγνόµενον, ἄχρις ἂν εἰς ἅπαντ’ αὐτοῦ διαδοθῇ τὰ µόρια τῆς τρεφούσης οὐσίας ἡ ποιότης. ὅσα δὲ τῶν µορίων ἐπὶ πλέον ἀλλοιουµένου δεῖται τοῦ µέλλοντος αὐτὰ θρέψειν χυµοῦ, τούτοις ὥσπερ τι ταµιεῖον ἡ φύσις παρεσκεύασεν ἤτοι κοιλίας ἢ σήραγγας ἤ τι ταῖς σήραγξιν ἀνάλογον. αἱ µὲν γὰρ σάρκες αἵ τε τῶν σπλάγχνων ἁπάντων αἵ τε τῶν µυῶν ἐξ αἵµατος αὐτοῦ τρέφονται βραχεῖαν ἀλλοίωσιν δεξαµένου. τὰ δ’ ὀστᾶ παµπόλλης ἐν τῷ µεταξὺ δεῖται τῆς µεταβολῆς, ἵνα τραφῇ, καὶ ἔστιν οἷόνπερ τὸ αἷµα ταῖς σαρξί, τοιοῦτος ὁ µυελὸς τοῖς ὀστοῖς ἐν µὲν τοῖς µικροῖς τε καὶ ἀκοιλίοις κατὰ τὰς σήραγγας αὐτῶν διεσπαρµένος, ἐν δὲ τοῖς µείζοσί τε καὶ κοιλίας ἔχουσιν ἐν ἐκείναις ἠθροισµένος. ὡς γὰρ καὶ διὰ τοῦ πρώτου γράµµατος ἐδείκνυτο, τοῖς µὲν ὁµοίαν ἔχουσι τὴν οὐσίαν εἰς ἄλληλα µεταβάλλειν ἐγχωρεῖ, τοῖς δὲ πάµπολυ διεστῶσιν ἀµήχανον ἀλλήλοις ὁµοιωθῆναι χωρὶς τῶν ἐν µέσῳ µεταβολῶν. τοιοῦτόν τι καὶ τοῖς χόνδροις ἐστὶ τὸ περικεχυµένον µυξῶδες

1 ... 43 44 45 46 47 48 49 50 51 ... 182
На этой странице вы можете бесплатно читать книгу Сочинения. Том 5 - Гален Клавдий бесплатно.

Оставить комментарий